Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.75 Joseph. BJ 1.79 (English) >>Joseph. BJ 1.83

1.77

Ταῦτα ἀκούσας Ἀντίγονος, ἐνῆγεν δʼ τοῦ ἀδελφοῦ διάθεσις μηδὲν ὑποπτεύειν πονηρόν, ἐχώρει μετὰ τῶν ὅπλων ὡς πρὸς ἐπίδειξιν. γενόμενος δὲ κατὰ τὴν σκοτεινὴν πάροδον, Στράτωνος ἐκαλεῖτο πύργος, ὑπὸ τῶν σωματοφυλάκων ἀναιρεῖται, βέβαιον ἀποδείξας ὅτι πᾶσαν εὔνοιαν καὶ φύσιν κόπτει διαβολὴ καὶ οὐδὲν οὕτως τῶν ἀγαθῶν παθῶν ἰσχυρόν, τῷ φθόνῳ μέχρι παντὸς ἀντέχει. 1.78

Θαυμάσαι δʼ ἄν τις ἐν τούτῳ καὶ Ἰούδαν, Ἐσσαῖος ἦν γένος οὐκ ἔστιν ὅτε πταίσας ψευσθεὶς ἐν τοῖς προαπαγγέλμασιν, ὃς ἐπειδὴ καὶ τότε τὸν Ἀντίγονον ἐθεάσατο παριόντα διὰ τοῦ ἱεροῦ, πρὸς τοὺς γνωρίμους ἀνέκραγεν, ἦσαν δʼ οὐκ ὀλίγοι παρεδρεύοντες αὐτῷ τῶν μανθανόντων, 1.79παπαί, νῦν ἐμοὶ καλόν, ἔφη, τὸ θανεῖν, ὅτε μου προτέθνηκεν ἀλήθεια καί τι τῶν ὑπʼ ἐμοῦ προρρηθέντων διέψευσται· ζῇ γὰρ Ἀντίγονος οὑτοσὶ σήμερον ὀφείλων ἀνῃρῆσθαι. χωρίον δὲ αὐτῷ πρὸς σφαγὴν Στράτωνος πύργος εἵμαρτο· καὶ τοῦτο μὲν ἀπὸ ἑξακοσίων ἐντεῦθεν σταδίων ἐστίν, ὧραι δὲ τῆς ἡμέρας ἤδη τέσσαρες· 1.80 δὴ χρόνος ἐκκρούει τὸ μάντευμα.” ταῦτα εἰπὼν σκυθρωπὸς ἐπὶ συννοίας γέρων διεκαρτέρει, καὶ μετʼ ὀλίγον ἀνῃρημένος Ἀντίγονος ἠγγέλλετο κατὰ τὸ ὑπόγαιον χωρίον, δὴ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος ὁμωνυμοῦν τῇ παραλίῳ Καισαρείᾳ. τοῦτο γοῦν τὸν μάντιν διετάραξεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.75 Joseph. BJ 1.79 (English) >>Joseph. BJ 1.83

Powered by PhiloLogic